Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.42.1 | Hdt. 7.44.1 (English) | >>Hdt. 7.46.2 |
7.43.1
ἀπικομένου δὲ τοῦ στρατοῦ ἐπὶ ποταμὸν Σκάμανδρον , ὃς πρῶτος ποταμῶν , ἐπείτε ἐκ Σαρδίων ὁρμηθέντες ἐπεχείρησαν τῇ ὁδῷ , ἐπέλιπε τὸ ῥέεθρον οὐδʼ ἀπέχρησε τῇ στρατιῇ τε καὶ τοῖσι κτήνεσι πινόμενος · ἐπὶ τοῦτον δὴ τὸν ποταμὸν ὡς ἀπίκετο Ξέρξης , ἐς τὸ Πριάμου Πέργαμον ἀνέβη ἵμερον ἔχων θεήσασθαι ·
7.43.2 θεησάμενος δὲ καὶ πυθόμενος ἐκείνων ἕκαστα τῇ Ἀθηναίῃ τῇ Ἰλιάδι ἔθυσε βοῦς χιλίας , χοὰς δὲ οἱ Μάγοι τοῖσι ἥρωσι ἐχέαντο . ταῦτα δὲ ποιησαμένοισι νυκτὸς φόβος ἐς τὸ στρατόπεδον ἐνέπεσε . ἅμα ἡμέρῃ δὲ ἐπορεύετο ἐνθεῦτεν , ἐν ἀριστερῇ μὲν ἀπέργων Ῥοίτιον πόλιν καὶ Ὀφρύνειον καὶ Δάρδανον , ἥ περ δὴ Ἀβύδῳ ὅμουρός ἐστι , ἐν δεξιῇ δὲ Γέργιθας Τευκρούς .
ch. 44
7.44.1
ch. 45
7.45.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.42.1 | Hdt. 7.44.1 (English) | >>Hdt. 7.46.2 |